Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.203 Joseph. AJ 8.207 (English) >>Joseph. AJ 8.211

8.205

Ἐπιτίθεται δὲ Σολόμωνι καὶ τῶν ὁμοφύλων τις Ἱεροβόαμος υἱὸς Ναβαταίου κατὰ προφητείαν πάλαι γενομένην αὐτῷ τοῖς πράγμασιν ἐπελπίσας· παῖδα γὰρ αὐτὸν ὑπὸ τοῦ πατρὸς καταλειφθέντα καὶ ὑπὸ τῇ μητρὶ παιδευόμενον ὡς εἶδε γενναῖον καὶ τολμηρὸν Σολόμων ὄντα τὸ φρόνημα τῆς τῶν τειχῶν οἰκοδομίας ἐπιμελητὴν κατέστησεν, ὅτε τοῖς Ἱεροσολύμοις τὸν κύκλον περιέβαλεν. 8.206οὕτως δὲ τῶν ἔργων προενόησεν, ὥστε βασιλεὺς αὐτὸν ἀπεδέξατο καὶ γέρας αὐτῷ στρατηγίαν ἐπὶ τῆς Ἰωσήπου φυλῆς ἔδωκεν. ἀπερχομένῳ δὲ τῷ Ἱεροβοάμῳ κατʼ ἐκεῖνον τὸν καιρὸν ἐκ τῶν Ἱεροσολύμων συνεβόλησε προφήτης ἐκ πόλεως μὲν Σιλὼ Ἀχίας δὲ ὄνομα. καὶ προσαγορεύσας αὐτὸν ἀπήγαγεν ἐκ τῆς ὁδοῦ μικρὸν ἀπονεύσας εἴς τι χωρίον, εἰς παρῆν μηδὲ εἷς ἄλλος. 8.207σχίσας δὲ εἰς δώδεκα φάρση τὸ ἱμάτιον, ὅπερ ἦν αὐτὸς περιβεβλημένος, ἐκέλευσε τὸν Ἱεροβόαμον λαβεῖν τὰ δέκα προσειπών, ὅτι ταῦτα θεὸς βούλεται καὶ σχίσας τὴν Σολόμωνος ἀρχὴν τῷ παιδὶ μὲν τῷ τούτου διὰ τὴν πρὸς Δαυίδην γεγενημένην ὁμολογίαν αὐτῷ μίαν φυλὴν καὶ τὴν ἑξῆς αὐτῇ δίδωσι, σοὶ δὲ τὰς δέκα Σολόμωνος εἰς αὐτὸν ἐξαμαρτόντος καὶ ταῖς γυναιξὶ καὶ τοῖς ἐκείνων θεοῖς αὑτὸν ἐκδεδωκότος. 8.208εἰδὼς οὖν τὴν αἰτίαν διʼ ἣν μετατίθησι τὴν αὑτοῦ γνώμην ἀπὸ Σολόμωνος θεὸς δίκαιος εἶναι πειρῶ καὶ φύλαττε τὰ νόμιμα, προκειμένου σοι τῆς εὐσεβείας καὶ τῆς πρὸς τὸν θεὸν τιμῆς ἄθλου μεγίστου τῶν ἁπάντων, γενήσεσθαι τηλικούτῳ ἡλίκον οἶσθα Δαυίδην γενόμενον.”



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.203 Joseph. AJ 8.207 (English) >>Joseph. AJ 8.211

Powered by PhiloLogic